Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 52.18 Dem. 52.22 (English) >>Dem. 52.25

52.20φέρε δὴ ὑμῖν, ἄνδρες δικασταί, ὡς οὐδʼ ἐχρῆτο Λύκων τῷ Καλλίππῳ ἐπιδείξω· οἶμαι γάρ τί μοι καὶ τοῦτο εἶναι πρὸς τὴν ἀλαζονείαν τὴν τουτουὶ τοῦ φάσκοντος αὑτῷ δωρεὰν δοθῆναι τὸ ἀργύριον τοῦτο παρὰ τοῦ Λύκωνος. ἐκεῖνος γὰρ τετταράκοντα μνᾶς ἔκδοσιν ἐκδοὺς εἰς Ἄκην Μεγακλείδῃ τῷ Ἐλευσινίῳ καὶ Θρασύλλῳ τῷ ἀδελφῷ αὐτοῦ, μεταδόξαν αὐτῷ μὴ ἐκεῖσε πλεῖν μηδὲ κινδυνεύειν, ἐγκαλέσας τι τῷ Μεγακλείδῃ περὶ τῶν τόκων ὡς ἐξηπατημένος διεφέρετο καὶ ἐδικάζετο, βουλόμενος τὴν ἔκδοσιν κομίσασθαι. 52.21συχνῆς δὲ πάνυ πραγματείας περὶ τοσαῦτα χρήματα γενομένης, τὸν μὲν Κάλλιππον Λύκων οὐδαμοῖ πώποτε παρεκάλεσεν, τὸν δὲ Ἀρχεβιάδην καὶ τοὺς τοῦ Ἀρχεβιάδου φίλους· καὶ διαλλάξας αὐτοὺς Ἀρχεβιάδης ἦν. ὡς δὲ ἀληθῆ λέγω, τούτων ὑμῖν αὐτὸν τὸν Μεγακλείδην μάρτυρα παρέξομαι.Μαρτυρία

52.22οὑτωσὶ μὲν οἰκείως φαίνεται χρώμενος, ἄνδρες δικασταί, Λύκων τῷ Καλλίππῳ, ὥστε μήτε παρακαλεῖν αὐτὸν ἐπὶ τὰ αὑτοῦ πράγματα μήτε κατάγεσθαι ὡς τοῦτον μηδεπώποτε· καὶ αὐτό γε τοῦτο μόνον οὐ τετολμήκασιν οἱ οἰκεῖοι <οἱ> τούτου μαρτυρῆσαι, ὡς κατήγετο παρὰ τούτῳ ἐκεῖνος, εὖ εἰδότες ὅτι διὰ βασάνου ἐκ τῶν οἰκετῶν ἔλεγχος ἤδη ἔσοιτο, εἴ τι τοιοῦτο ψεύσοιντο. 52.23βούλομαι δʼ ὑμῖν καὶ τεκμήριόν τι εἰπεῖν τηλικοῦτον, δῆλον ὑμῖν ἔσται, ὡς ἐγὼ οἴομαι, ὅτι πάντα πρὸς ὑμᾶς ἔψευσται. τῷ γὰρ Λύκωνι, ἄνδρες δικασταί, εἴπερ ἠσπάζετο μὲν τουτονὶ καὶ οἰκείως εἶχεν, ὥσπερ οὗτός φησιν, ἐβούλετο δὲ δωρεὰν δοῦναι αὐτῷ,



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 52.18 Dem. 52.22 (English) >>Dem. 52.25

Powered by PhiloLogic